2

30. Juni 2004 § Hinterlasse einen Kommentar

Ποικιλόθρον‘, ἀθάνατ‘ Ἀφρόδιτα,
παῖ Δίος, δολόπλοκε, λίσσομαί σε
μή μ‘ ἄσαισι μήτ‘ ὀνίαισι δάμνα,
πότνια, θῦμον·

ἀλλὰ τυῖδ‘ ἔλθ‘, αἴποτα κἀτέρωτα
τᾶς ἔμας αὔδως ἀΐοισα πήλυι
ἒκλυες, πάτρος δὲ δόμον λίποισα
χρύσιον ἦλθες

ἄρμ‘ ὐποζεύξαισα· κάλοι δέ σ‘ ἆγον
ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας
πύκνα δινεῦντες πτέρ‘ ἀπ‘ ὠράνω αἴθε-
ρας διὰ μέσσω.

αἶψα δ‘ ἐξίκοντο· τὺ δ‘, ὦ μάκαιρα,
μειδιάσαισ‘ ἀθανάτῳ προσώπῳ,
ἤρε‘, ὄττι δηὖτε πέπονθα κὤττι
δηὖτε κάλημι,
κὤττι μοι μάλιστα θέλω γένεσθαι
μαινόλᾳ θύμῳ· τίνα δηὖτε Πείθω
μαῖς ἄγην ἐς σὰν φιλότατα, τίς σ‘, ὦ
Ψάπφ‘, ἀδικήει;

καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει,
αἰ δὲ δῶρα μὴ δέκετ‘ ἀλλὰ δώσει,
αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει
κωὐκ ἐθέλοισα.

ἔλθε μοι καὶ νῦν, χαλεπᾶν δὲ λῦσον
ἐκ μεριμνᾶν, ὄσσα δέ μοι τελέσσαι
θῦμος ἰμέρρει, τέλεσον· σὺ δ‘ αὔτα
σύμμαχος ἔσσο.

Advertisements

Voces lectorum

Trage deine Daten unten ein oder klicke ein Icon um dich einzuloggen:

WordPress.com-Logo

Du kommentierst mit Deinem WordPress.com-Konto. Abmelden / Ändern )

Twitter-Bild

Du kommentierst mit Deinem Twitter-Konto. Abmelden / Ändern )

Facebook-Foto

Du kommentierst mit Deinem Facebook-Konto. Abmelden / Ändern )

Google+ Foto

Du kommentierst mit Deinem Google+-Konto. Abmelden / Ändern )

Verbinde mit %s

Was ist das?

Du liest momentan 2 auf VOCES INTIMAE.

Meta

%d Bloggern gefällt das: